Gefunden 3715 Ergebnisse für: Οὐκ
καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλααμ καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν ὅτι ἠγάπησέν σε κύριος ὁ θεός σου (Deuteronômio 23, 6)
ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτός καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν (Deuteronômio 23, 11)
ὅτι κύριος ὁ θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου καὶ ἔσται ἡ παρεμβολή σου ἁγία καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ (Deuteronômio 23, 15)
οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ισραηλ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ισραηλ (Deuteronômio 23, 18)
οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκδανείσῃς (Deuteronômio 23, 20)
τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν (Deuteronômio 23, 21)
ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία (Deuteronômio 23, 23)
ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς (Deuteronômio 23, 26)
ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ ἣν ἔλαβεν (Deuteronômio 24, 5)
οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον ὅτι ψυχὴν οὗτος ἐνεχυράζει (Deuteronômio 24, 6)
ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου ὀφείλημα ὁτιοῦν οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον (Deuteronômio 24, 10)
οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσίν σου (Deuteronômio 24, 14)