Gefunden 17880 Ergebnisse für: Οἱ
μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. (São João 21, 1)
ἦσαν ὁμοῦ σίμων πέτρος καὶ θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ ναθαναὴλ ὁ ἀπὸ κανὰ τῆς γαλιλαίας καὶ οἱ τοῦ ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. (São João 21, 2)
λέγει αὐτοῖς σίμων πέτρος, ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῶ, ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. (São João 21, 3)
πρωΐας δὲ ἤδη γενομένης ἔστη ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ἰησοῦς ἐστιν. (São João 21, 4)
λέγει οὗν αὐτοῖς [ὁ] ἰησοῦς, παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῶ, οὔ. (São João 21, 5)
ὁ δὲ εἶπεν αὐτοῖς, βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὗν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. (São João 21, 6)
οἱ δὲ ἄλλοι μαθηταὶ τῶ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. (São João 21, 8)
λέγει αὐτοῖς ὁ ἰησοῦς, ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. (São João 21, 10)
λέγει αὐτοῖς ὁ ἰησοῦς, δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. (São João 21, 12)
ἔρχεται ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. (São João 21, 13)
τοῦτο ἤδη τρίτον ἐφανερώθη ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν. (São João 21, 14)
ὅτε οὗν ἠρίστησαν λέγει τῶ σίμωνι πέτρῳ ὁ ἰησοῦς, σίμων ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῶ, ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῶ, βόσκε τὰ ἀρνία μου. (São João 21, 15)