Gefunden 17880 Ergebnisse für: Οἱ
εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι (Zacarias 7, 5)
οὐχ οὗτοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο (Zacarias 7, 7)
τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ (Zacarias 7, 9)
τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν (Zacarias 8, 4)
καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ (Zacarias 8, 8)
τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν ἀφ’ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ’ οὗ ᾠκοδόμηται (Zacarias 8, 9)
καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου λέγει κύριος παντοκράτωρ (Zacarias 8, 11)
ἀλλ’ ἢ δείξω εἰρήνην ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα (Zacarias 8, 12)
καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ιουδα καὶ οἶκος Ισραηλ οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν (Zacarias 8, 13)
οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα θαρσεῖτε (Zacarias 8, 15)
οὗτοι οἱ λόγοι οὓς ποιήσετε λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν (Zacarias 8, 16)
τάδε λέγει κύριος παντοκράτωρ νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε (Zacarias 8, 19)