Gefunden 5241 Ergebnisse für: Μου
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ (Ezequiel 17, 19)
καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ (Ezequiel 17, 20)
ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ (Ezequiel 18, 6)
καὶ τοῖς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά δίκαιος οὗτός ἐστιν ζωῇ ζήσεται λέγει κύριος (Ezequiel 18, 9)
καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνομίαν πεποίηκεν (Ezequiel 18, 12)
ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν (Ezequiel 18, 15)
καὶ ἀπ’ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ ζωῇ ζήσεται (Ezequiel 18, 17)
ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ (Ezequiel 18, 18)
καὶ ἐρεῖτε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωῇ ζήσεται (Ezequiel 18, 19)
ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὐτοῦ οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ δικαιοσύνη δικαίου ἐπ’ αὐτὸν ἔσται καὶ ἀνομία ἀνόμου ἐπ’ αὐτὸν ἔσται (Ezequiel 18, 20)
καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος ζωῇ ζήσεται οὐ μὴ ἀποθάνῃ (Ezequiel 18, 21)
μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου λέγει κύριος ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν (Ezequiel 18, 23)