Mosaico decorativo

Gefunden 5241 Ergebnisse für: Μου

  • ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν (Gênesis 28, 3)

  • καὶ δῴη σοι τὴν εὐλογίαν Αβρααμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου ἣν ἔδωκεν ὁ θεὸς τῷ Αβρααμ (Gênesis 28, 4)

  • καὶ ηὔξατο Ιακωβ εὐχὴν λέγων ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι (Gênesis 28, 20)

  • καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν (Gênesis 28, 21)

  • καὶ ἀνήγγειλεν τῇ Ραχηλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα (Gênesis 29, 12)

  • καὶ εἶπεν αὐτῷ Λαβαν ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ καὶ ἦν μετ’ αὐτοῦ μῆνα ἡμερῶν (Gênesis 29, 14)

  • εἶπεν δὲ Λαβαν τῷ Ιακωβ ὅτι γὰρ ἀδελφός μου εἶ οὐ δουλεύσεις μοι δωρεάν ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν (Gênesis 29, 15)

  • εἶπεν δὲ αὐτῷ Λαβαν βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ οἴκησον μετ’ ἐμοῦ (Gênesis 29, 19)

  • εἶπεν δὲ Ιακωβ πρὸς Λαβαν ἀπόδος τὴν γυναῖκά μου πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν (Gênesis 29, 21)

  • καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τῷ Ιακωβ ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ρουβην λέγουσα διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν νῦν με ἀγαπήσει ὁ ἀνήρ μου (Gênesis 29, 32)

  • καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευι (Gênesis 29, 34)

  • εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ ἰδοὺ ἡ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς (Gênesis 30, 3)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina