Gefunden 3104 Ergebnisse für: Κύριος
εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις (II Macabeus 7, 33)
ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι (II Macabeus 9, 5)
τῶν δ’ ἀποφηναμένων ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα (II Macabeus 15, 4)
ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις (Provérbios 2, 6)
ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται (Provérbios 3, 12)
ὁ γὰρ κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς (Provérbios 3, 26)
κύριος ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν (Provérbios 3, 34)
ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ κύριος συντρίβεται δὲ δι’ ἀκαθαρσίαν ψυχῆς (Provérbios 6, 16)
κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ (Provérbios 8, 22)
κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν (Provérbios 8, 26)
οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει (Provérbios 10, 3)
οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας (Provérbios 15, 25)