Gefunden 27855 Ergebnisse für: Καὶ
καὶ παρέλαβεν αὐτὸν Οζιας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησεν πότον τοῖς πρεσβυτέροις καὶ ἐπεκαλέσαντο τὸν θεὸν Ισραηλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην (Judite 6, 21)
τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ (Judite 7, 1)
καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς πλῆθος πολὺ σφόδρα (Judite 7, 2)
καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων (Judite 7, 3)
οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν (Judite 7, 4)
καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην (Judite 7, 5)
καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ (Judite 7, 7)
καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν (Judite 7, 8)
καὶ νῦν δέσποτα μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς (Judite 7, 11)
ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους (Judite 7, 12)
διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ’ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα (Judite 7, 13)
καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ’ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν (Judite 7, 14)