Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ καὶ εἶπεν πᾶς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων (I Reis 1, 39)

  • καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν (I Reis 1, 40)

  • καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης (I Reis 1, 41)

  • ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν καὶ εἶπεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἶ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι (I Reis 1, 42)

  • καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων (I Reis 1, 43)

  • καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ’ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως (I Reis 1, 44)

  • καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε (I Reis 1, 45)

  • καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας (I Reis 1, 46)

  • καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ (I Reis 1, 47)

  • καί γε οὕτως εἶπεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν (I Reis 1, 48)

  • καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ (I Reis 1, 49)

  • καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου (I Reis 1, 50)


"O trabalho é tão sagrado como a oração". São Padre Pio de Pietrelcina