Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ δίκαιος σὺ ὑπὲρ ἐμέ ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά (I Samuel 24, 18)

  • καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με (I Samuel 24, 19)

  • καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά καθὼς πεποίηκας σήμερον (I Samuel 24, 20)

  • καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ (I Samuel 24, 21)

  • καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου (I Samuel 24, 22)

  • καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν (I Samuel 24, 23)

  • καὶ ἀπέθανεν Σαμουηλ καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν (I Samuel 25, 1)

  • καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ καὶ ὁ ἄνθρωπος μέγας σφόδρα καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ (I Samuel 25, 2)

  • καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ὁ ἄνθρωπος κυνικός (I Samuel 25, 3)

  • καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ (I Samuel 25, 4)

  • καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην (I Samuel 25, 5)

  • καὶ ἐρεῖτε τάδε εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα (I Samuel 25, 6)


"Cuide de estar sempre em estado de graça." São Padre Pio de Pietrelcina