Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ γνώσονται ὅτι ἐγὼ κύριος (Ezequiel 12, 16)

  • καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων (Ezequiel 12, 17)

  • υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ’ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι (Ezequiel 12, 18)

  • καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ τοὺς ἄρτους αὐτῶν μετ’ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ (Ezequiel 12, 19)

  • καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος (Ezequiel 12, 20)

  • καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων (Ezequiel 12, 21)

  • διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως (Ezequiel 12, 23)

  • ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ (Ezequiel 12, 24)

  • διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριος (Ezequiel 12, 25)

  • καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων (Ezequiel 12, 26)

  • υἱὲ ἀνθρώπου ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει (Ezequiel 12, 27)

  • διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος (Ezequiel 12, 28)


"Comunguemos com santo temor e com grande amor." São Padre Pio de Pietrelcina