Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς (Sabedoria 8, 1)

  • ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς (Sabedoria 8, 2)

  • εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν (Sabedoria 8, 3)

  • μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ (Sabedoria 8, 4)

  • καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις (Sabedoria 8, 7)

  • εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων (Sabedoria 8, 8)

  • ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης (Sabedoria 8, 9)

  • ἕξω δι’ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος (Sabedoria 8, 10)

  • ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι (Sabedoria 8, 11)

  • σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν (Sabedoria 8, 12)

  • ἕξω δι’ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω (Sabedoria 8, 13)

  • διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι (Sabedoria 8, 14)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina