Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ (I Macabeus 14, 7)

  • καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ’ εἰρήνης καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν (I Macabeus 14, 8)

  • πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου (I Macabeus 14, 9)

  • ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς (I Macabeus 14, 10)

  • ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην (I Macabeus 14, 11)

  • καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς (I Macabeus 14, 12)

  • καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις (I Macabeus 14, 13)

  • καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν (I Macabeus 14, 14)

  • τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων (I Macabeus 14, 15)

  • καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης καὶ ἐλυπήθησαν σφόδρα (I Macabeus 14, 16)

  • ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ’ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ (I Macabeus 14, 17)

  • ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ (I Macabeus 14, 18)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina