Mosaico decorativo

Gefunden 27855 Ergebnisse für: Καὶ

  • συμμαχήσει τὸ ἔθνος τῶν Ιουδαίων ὡς ἂν ὁ καιρὸς ὑπογράφῃ αὐτοῖς καρδίᾳ πλήρει (I Macabeus 8, 25)

  • καὶ τοῖς πολεμοῦσιν οὐ δώσουσιν οὐδὲ ἐπαρκέσουσιν σῖτον ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα αὐτῶν οὐθὲν λαβόντες (I Macabeus 8, 26)

  • κατὰ τὰ αὐτὰ δὲ ἐὰν ἔθνει Ιουδαίων συμβῇ προτέροις πόλεμος συμμαχήσουσιν οἱ Ῥωμαῖοι ἐκ ψυχῆς ὡς ἂν αὐτοῖς ὁ καιρὸς ὑπογράφῃ (I Macabeus 8, 27)

  • καὶ τοῖς συμμαχοῦσιν οὐ δοθήσεται σῖτος ὅπλα ἀργύριον πλοῖα ὡς ἔδοξεν Ῥώμῃ καὶ φυλάξονται τὰ φυλάγματα ταῦτα καὶ οὐ μετὰ δόλου (I Macabeus 8, 28)

  • ἐὰν δὲ μετὰ τοὺς λόγους τούτους βουλεύσωνται οὗτοι καὶ οὗτοι προσθεῖναι ἢ ἀφελεῖν ποιήσονται ἐξ αἱρέσεως αὐτῶν καὶ ὃ ἂν προσθῶσιν ἢ ἀφέλωσιν ἔσται κύρια (I Macabeus 8, 30)

  • καὶ περὶ τῶν κακῶν ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς ἐγράψαμεν αὐτῷ λέγοντες διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους (I Macabeus 8, 31)

  • ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς (I Macabeus 8, 32)

  • καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ’ αὐτῶν (I Macabeus 9, 1)

  • καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς (I Macabeus 9, 2)

  • καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ (I Macabeus 9, 3)

  • καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ (I Macabeus 9, 4)

  • καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα καὶ τρισχίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκλεκτοί (I Macabeus 9, 5)


"Jesus vê, conhece e pesa todas as suas ações." São Padre Pio de Pietrelcina