Gefunden 27855 Ergebnisse für: Καὶ
ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν καὶ ἀπέστειλέν με ὁ θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα ἐφ’ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά (Judite 11, 16)
ὅτι ἡ δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν τοῦ οὐρανοῦ καὶ νῦν μενῶ παρὰ σοί κύριέ μου καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν (Judite 11, 17)
καὶ ἐλθοῦσα προσανοίσω σοι καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν (Judite 11, 18)
καὶ ἄξω σε διὰ μέσου τῆς Ιουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ιερουσαλημ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι (Judite 11, 19)
καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν (Judite 11, 20)
οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ’ ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων (Judite 11, 21)
καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης εὖ ἐποίησεν ὁ θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν (Judite 11, 22)
καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας ὁ θεός σου ἔσται μου θεός καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν (Judite 11, 23)
καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν (Judite 12, 1)
καὶ εἶπεν Ιουδιθ οὐ φάγομαι ἐξ αὐτῶν ἵνα μὴ γένηται σκάνδαλον ἀλλ’ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται (Judite 12, 2)
καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς οὐ γάρ ἐστιν μεθ’ ἡμῶν ἐκ τοῦ γένους σου (Judite 12, 3)
καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν ζῇ ἡ ψυχή σου κύριέ μου ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ’ ἐμοῦ ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο (Judite 12, 4)