Gefunden 151 Ergebnisse für: Εκκλησία Χριστός

  • παῦλος ἀπόστολος χριστοῦ ἰησοῦ διὰ θελήματος θεοῦ, καὶ τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὗσιν ἐν ὅλῃ τῇ ἀχαΐᾳ· (II Coríntios 1, 1)

  • ὁ τοῦ θεοῦ γὰρ υἱὸς ἰησοῦς χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ σιλουανοῦ καὶ τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῶ γέγονεν. (II Coríntios 1, 19)

  • ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ἰησοῦς χριστὸς ἐν ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε. (II Coríntios 13, 5)

  • εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν χριστῶ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. (Gálatas 2, 17)

  • ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. (Gálatas 2, 20)

  • οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα χριστὸς δωρεὰν ἀπέθανεν. (Gálatas 2, 21)

  • ὦ ἀνόητοι γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ᾽ ὀφθαλμοὺς ἰησοῦς χριστὸς προεγράφη ἐσταυρωμένος; (Gálatas 3, 1)

  • χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, (Gálatas 3, 13)

  • τῶ δὲ ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῶ σπέρματι αὐτοῦ. οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, καὶ τῶ σπέρματί σου, ὅς ἐστιν χριστός. (Gálatas 3, 16)

  • τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὖ μορφωθῇ χριστὸς ἐν ὑμῖν· (Gálatas 4, 19)

  • τῇ ἐλευθερίᾳ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὗν καὶ μὴ πάλιν ζυγῶ δουλείας ἐνέχεσθε. (Gálatas 5, 1)

  • ἴδε ἐγὼ παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. (Gálatas 5, 2)


“Comunguemos com santo temor e com grande amor.” São Padre Pio de Pietrelcina