Gefunden 11645 Ergebnisse für: Δὲ
παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον. (Atos dos Apóstolos 15, 38)
ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε βαρναβᾶν παραλαβόντα τὸν μᾶρκον ἐκπλεῦσαι εἰς κύπρον. (Atos dos Apóstolos 15, 39)
παῦλος δὲ ἐπιλεξάμενος σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελφῶν, (Atos dos Apóstolos 15, 40)
διήρχετο δὲ τὴν συρίαν καὶ [τὴν] κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας. (Atos dos Apóstolos 15, 41)
κατήντησεν δὲ [καὶ] εἰς δέρβην καὶ εἰς λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι τιμόθεος, υἱὸς γυναικὸς ἰουδαίας πιστῆς πατρὸς δὲ ἕλληνος, (Atos dos Apóstolos 16, 1)
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν λύστροις καὶ ἰκονίῳ ἀδελφῶν. (Atos dos Apóstolos 16, 2)
τοῦτον ἠθέλησεν ὁ παῦλος σὺν αὐτῶ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. (Atos dos Apóstolos 16, 3)
ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν ἱεροσολύμοις. (Atos dos Apóstolos 16, 4)
διῆλθον δὲ τὴν φρυγίαν καὶ γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ ἀσίᾳ· (Atos dos Apóstolos 16, 6)
ἐλθόντες δὲ κατὰ τὴν μυσίαν ἐπείραζον εἰς τὴν βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ἰησοῦ· (Atos dos Apóstolos 16, 7)
παρελθόντες δὲ τὴν μυσίαν κατέβησαν εἰς τρῳάδα. (Atos dos Apóstolos 16, 8)
ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς. (Atos dos Apóstolos 16, 10)