Gefunden 1828 Ergebnisse für: Γῆς
τὸ ὅραμα τῆς ἐρήμου ὡς καταιγὶς δι’ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν (Isaías 21, 1)
τὸ ὅραμα Τύρου ὀλολύζετε πλοῖα Καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος (Isaías 23, 1)
τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτῆς ἔνδοξοι ἄρχοντες τῆς γῆς (Isaías 23, 8)
κύριος σαβαωθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς (Isaías 23, 9)
ἐπένθησεν ἡ γῆ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς (Isaías 24, 4)
ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς (Isaías 24, 11)
οὗτοι φωνῇ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης (Isaías 24, 14)
ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν ἐλπὶς τῷ εὐσεβεῖ καὶ ἐροῦσιν οὐαὶ τοῖς ἀθετοῦσιν οἱ ἀθετοῦντες τὸν νόμον (Isaías 24, 16)
φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς (Isaías 24, 17)
καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς (Isaías 24, 18)
καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς (Isaías 24, 21)
κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς τὸ γὰρ στόμα κυρίου ἐλάλησεν (Isaías 25, 8)