Mosaico decorativo

Gefunden 2227 Ergebnisse für: Γὰρ

  • κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους (Sabedoria 18, 9)

  • ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διέφθαρτο (Sabedoria 18, 12)

  • πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι (Sabedoria 18, 13)

  • ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης (Sabedoria 18, 14)

  • οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν ἵνα μὴ ἀγνοοῦντες δι’ ὃ κακῶς πάσχουσιν ἀπόλωνται (Sabedoria 18, 19)

  • σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ δεικνὺς ὅτι σός ἐστιν θεράπων (Sabedoria 18, 21)

  • σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ’ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν (Sabedoria 18, 23)

  • ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθων γλυφῆς καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ (Sabedoria 18, 24)

  • τούτοις εἶξεν ὁ ὀλεθρεύων ταῦτα δὲ ἐφοβήθη ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή (Sabedoria 18, 25)

  • τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα (Sabedoria 19, 1)

  • ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη καὶ προσοδυρόμενοι τάφοις νεκρῶν ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας καὶ οὓς ἱκετεύοντες ἐξέβαλον τούτους ὡς φυγάδας ἐδίωκον (Sabedoria 19, 3)

  • εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προσαναπληρώσωσιν κόλασιν (Sabedoria 19, 4)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina