Isaías, 45
1. Así dice Yahveh a su Ungido Ciro, a quien he tomado de la diestra para someter ante él a las naciones y desceñir las cinturas de los reyes, para abrir ante él los batientes de modo que no queden cerradas las puertas.
1. οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται
2. Yo marcharé delante de ti y allanaré las pendientes. Quebraré los batientes de bronce y romperé los cerrojos de hierro.
2. ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω
3. Te daré los tesoros ocultos y las riquezas escondidas, para que sepas que yo soy Yahveh, el Dios de Israel, que te llamo por tu nombre.
3. καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ισραηλ
4. A causa de mi siervo Jacob y de Israel, mi elegido, te he llamado por tu nombre y te he ennoblecido, sin que tú me conozcas.
4. ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με
5. Yo soy Yahveh, no hay ningún otro; fuera de mí ningún dios existe. Yo te he ceñido, sin que tú me conozcas,
5. ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός καὶ οὐκ ᾔδεις με
6. para que se sepa desde el sol levante hasta el poniente, que todo es nada fuera de mí. Yo soy Yahveh, no ningún otro;
6. ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι
7. yo modelo la luz y creo la tiniebla, yo hago la dicha y creo la desgracia, yo soy Yahveh, el que hago todo esto.
7. ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα πάντα
8. Destilad, cielos, como rocío de lo alto, derramad, nubes, la victoria. Abrase la tierra y produzca salvación, y germine juntamente la justicia. Yo, Yahveh, lo he creado.
8. εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε
9. ¡Ay de quien litiga con el que la ha modelado, la vasija entre las vasijas de barro! ¿Dice la arcilla al que la modela: «¿Qué haces tú?», y «¿Tu obra no está hecha con destreza?»
9. ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ τί ποιεῖς ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας
10. ¡Ay del que dice a su padre!: «¿Qué has engendrado?» y a su madre: «¿Qué has dado a luz?»
10. ὁ λέγων τῷ πατρί τί γεννήσεις καὶ τῇ μητρί τί ὠδινήσεις
11. Así dice Yahveh, el Santo de Israel y su modelador: «¿Vais a pedirme señales acerca de mis hijos y a darme órdenes acerca de la obra de mis manos?
11. ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι
12. Yo hice la tierra y creé al hombre en ella. Yo extendí los cielos con mis manos y doy órdenes a todo su ejército.
12. ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην
13. Yo le he suscitado para la victoria y he allanado todos sus caminos. El reconstruirá mi ciudad y enviará a mis deportados sin rescate y sin recompensa», dice Yahveh Sebaot.
13. ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἶπεν κύριος σαβαωθ
14. Así dice Yahveh: Los productos de Egipto, el comercio de Kus y los sebaítas, de elevada estatura, vendrán a ti y tuyos serán. Irán detrás de ti, encadenados, ante ti se postrarán, y te suplicarán: «Sólo en ti hay Dios, no hay ningún otro, no hay más dioses.»
14. οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐροῦσιν οὐκ ἔστιν θεὸς πλὴν σοῦ
15. De cierto que tú eres un dios oculto, el Dios de Israel, salvador.
15. σὺ γὰρ εἶ θεός καὶ οὐκ ᾔδειμεν ὁ θεὸς τοῦ Ισραηλ σωτήρ
16. Quedarán abochornados, afrentados, marcharán con ignominia los fabricadores de ídolos.
16. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ ἐγκαινίζεσθε πρός με νῆσοι
17. Israel será salvado por Yahveh, con salvación perpetua. No quedaréis abochornados ni afrentados nunca jamás.
17. Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος
18. Pues así dice Yahveh, creador de los cielos, él, que es Dios, plasmador de la tierra y su hacedor, él, que la ha fundamentado, y no la creó caótica, sino que para ser habitada la plasmó: «Yo soy Yahveh, no existe ningún otro.
18. οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι
19. No he hablado en oculto ni en lugar tenebroso. No he dicho al linaje de Jacob: Buscadme en el caos. Yo soy Yahveh, que digo lo que es justo y anuncio lo que es recto.»
19. οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ οὐκ εἶπα τῷ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν
20. Reuníos y venid, acercaos todos, supervivientes de las naciones. No saben nada los que llevan sus ídolos de madera, los que suplican a un dios que no puede salvar.
20. συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σῴζουσιν
21. Exponed, aducid vuestras pruebas, deliberad todos juntos: «¿Quién hizo oír esto desde antiguo y lo anunció hace tiempo? ¿No he sido yo Yahveh? No hay otro dios, fuera de mí. Dios justo y salvador, no hay otro fuera de mí.
21. εἰ ἀναγγελοῦσιν ἐγγισάτωσαν ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ’ ἀρχῆς τότε ἀνηγγέλη ὑμῖν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ
22. Volveos a mí y seréis salvados confines todos de la tierra, porque yo soy Dios, no existe ningún otro.
22. ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος
23. Yo juro por mi nombre; de mi boca sale palabra verdadera y no será vana: Que ante mí se doblará toda rodilla y toda lengua jurará
23. κατ’ ἐμαυτοῦ ὀμνύω ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ
24. diciendo: ¡Sólo en Yahveh hay victoria y fuerza! A él se volverán abochornados todos los que se inflamaban contra él.
24. λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς
25. Por Yahveh triunfará y será gloriosa toda la raza de Israel.
25. ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ
