Mosaico decorativo

1. Por lo que se refiere al número de los hijos de Israel: Los cabezas de casas paternas, los jefes de millar y de cien y sus escribas atendían al servicio de todo el que acudiera. Las secciones intervenían en todo asunto del rey relevándose todos los meses del año. Cada sección tenía 24.000 hombres.

1. καὶ υἱοὶ Ισραηλ κατ’ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις εἰς πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνὸς εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες

2. Al frente de la primera sección, que era la del primer mes, estaba Yasobam, hijo de Zabdiel; en su sección había 24.000 hombres.

2. καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Ιεσβοαμ ὁ τοῦ Ζαβδιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες

3. Pertenecía a los hijos de Peres y era jefe de todos los comandantes del ejército del primer mes.

3. ἀπὸ τῶν υἱῶν Φαρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου

4. Al frente de la sección del segundo mes estaba Doday, el ajojita, su sección tenía 24.000 hombres.

4. καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδια ὁ Εχωχι καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες ἄρχοντες δυνάμεως

5. Jefe del tercer ejército, para el tercer mes, era Benaías, hijo del sacerdote Yehoyadá; en su sección había 24.000 hombres.

5. ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναιας ὁ τοῦ Ιωδαε ὁ ἱερεὺς ὁ ἄρχων καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

6. Este Benaías era uno de los Treinta valientes y hallábase al frente de ellos; en su sección estaba su hijo Ammizabad.

6. αὐτὸς Βαναιας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Αμιζαβαθ υἱὸς αὐτοῦ

7. El cuarto, para el cuarto mes, era Asahel, hermano de Joab; le sucedió su hijo Zebadías. En su sección había 24.000 hombres.

7. ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ασαηλ ὁ ἀδελφὸς Ιωαβ καὶ Ζαβδιας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

8. El quinto, para el quinto mes, era el jefe Samhut el zarejita, cuya sección constaba de 24.000 hombres.

8. ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαμαωθ ὁ Ιεσραε καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες

9. El sexto, para el sexto mes, era Irá, hijo de Iqués, el tecoíta, y en su sección había 24.000 hombres.

9. ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Οδουιας ὁ τοῦ Εκκης ὁ Θεκωίτης καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

10. El séptimo, para el séptimo mes, era Jeles el pelonita, de los benjaminitas; su sección constaba de 24.000 hombres.

10. ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χελλης ὁ ἐκ Φαλλους ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

11. El octavo, para el octavo mes, era Sibbekay, de Jusá, el zarejita; su sección constaba de 24.000 hombres.

11. ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαι ὁ Ισαθι τῷ Ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

12. El noveno, para el noveno mes, era Abiézer, de Anatot de los benjaminitas; en su sección había 24.000 hombres.

12. ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Αβιεζερ ὁ ἐξ Αναθωθ ἐκ γῆς Βενιαμιν καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

13. El décimo, para el décimo mes, era Mahray, de Neftofá, zarejita; su sección constaba de 24.000 hombres.

13. ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρα ὁ ἐκ Νετουφατ τῷ Ζαραϊ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

14. El undécimo, para el mes undécimo, era Benaías, de Piratón, de los efraimitas; su sección tenía 24.000 hombres.

14. ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναιας ὁ ἐκ Φαραθων τῶν υἱῶν Εφραιμ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

15. El duodécimo, para el mes duodécimo, era Jelday, de Netofá, de la estirpe de Otniel; su sección comprendía 24.000 hombres.

15. ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδαι ὁ Νετωφατι τῷ Γοθονιηλ καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες

16. Jefes de las tribus de Israel: Jefe de los rubenitas: Eliezer, hijo de Zikrí. De los simeonitas: Sefatías, hijo de Maaká.

16. καὶ ἐπὶ τῶν φυλῶν Ισραηλ τῷ Ρουβην ἡγούμενος Ελιεζερ ὁ τοῦ Ζεχρι τῷ Συμεων Σαφατιας ὁ τοῦ Μααχα

17. De los levitas: Jasabías, hijo de Quemuel. De Aarón: Sadoq.

17. τῷ Λευι Ασαβιας ὁ τοῦ Καμουηλ τῷ Ααρων Σαδωκ

18. De Judá: Elihú, uno de los hermanos de David. De Isacar: Omrí, hijo de Miguel.

18. τῷ Ιουδα Ελιαβ τῶν ἀδελφῶν Δαυιδ τῷ Ισσαχαρ Αμβρι ὁ τοῦ Μιχαηλ

19. De Zabulón: Yismaías, hijo de Abdías. De Neftalí: Yerimot, hijo de Azriel.

19. τῷ Ζαβουλων Σαμαιας ὁ τοῦ Αβδιου τῷ Νεφθαλι Ιεριμωθ ὁ τοῦ Εσριηλ

20. De los efraimitas: Oseas, hijo de Azarías. De la media tribu de Manasés: Joel, hijo de Pedaías.

20. τῷ Εφραιμ Ωση ὁ τοῦ Οζιου τῷ ἡμίσει φυλῆς Μανασση Ιωηλ ὁ τοῦ Φαδαια

21. De la media tribu de Manasés en Galaad: Yiddó, hijo de Zacarías. De Benjamín: Yaasiel, hijo de Abner.

21. τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι ὁ τοῦ Ζαβδιου τοῖς υἱοῖς Βενιαμιν Ασιηλ ὁ τοῦ Αβεννηρ

22. De Dan: Azarael, hijo de Yerojam. Estos son los jefes de las tribus de Israel.

22. τῷ Δαν Αζαραηλ ὁ τοῦ Ιωραμ οὗτοι πατριάρχαι τῶν φυλῶν Ισραηλ

23. David no hizo el censo de los que tenían menos de veinte años, porque Yahveh había dicho que multiplicaría a Israel como las estrellas del cielo.

23. καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ

24. Joab, hijo de Sarvia, comenzó a hacer el censo, pero no lo acabó; pues con ese motivo la Cólera descargó sobre Israel, por eso su número no alcanza el número de los Anales del rey David.

24. καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ

25. Azmávet, hijo de Adiel, tenía a su cargo los depósitos reales. Sobre los depósitos del campo, de las ciudades, de las aldeas, y de las torres, estaba Jonatán, hijo de Uzzías;

25. καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου

26. sobre los labradores del campo que cultivaban las tierras, Ezrí, hijo de Kelub;

26. ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι ὁ τοῦ Χολουβ

27. sobre las viñas, Simí, de Ramá; sobre las provisiones de vino de las bodegas, Zabdí, de Sefán;

27. καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι

28. sobre los olivares y los sicómoros que había en la Tierra Baja, Báal Janán, de Guéder; sobre los almacenes de aceite, Joás;

28. καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας

29. sobre las vacadas que pacían en Sarón, Sitray el saronita; sobre las vacadas de los valles, Safat, hijo de Adlay;

29. καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι

30. sobre los camellos, Obil el ismaelita; sobre las asnas, Jejdeías, de Meronot;

30. ἐπὶ δὲ τῶν καμήλων Ωβιλ ὁ Ισμαηλίτης ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων

31. sobre las ovejas, Yaziz el hagarita. Todos estos eran intendentes de la hacienda del rey David.

31. καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως

32. Jonatán, tío de David, hombre prudente e instruido, era consejero; él y Yejiel, hijo de Yakmoní, cuidaban de los hijos del rey.

32. καὶ Ιωναθαν ὁ πατράδελφος Δαυιδ σύμβουλος ἄνθρωπος συνετὸς καὶ γραμματεὺς αὐτός καὶ Ιιηλ ὁ τοῦ Αχαμανι μετὰ τῶν υἱῶν τοῦ βασιλέως

33. Ajitófel era consejero del rey, y Jusay el arquita era amigo del rey.

33. καὶ Αχιτοφελ σύμβουλος τοῦ βασιλέως καὶ Χουσι πρῶτος φίλος τοῦ βασιλέως

34. Después de Ajitófel, lo fueron Yehoyadá, hijo de Benaías, y Abiatar. Joab era el jefe del ejército del rey.

34. καὶ μετὰ τοῦτον Αχιτοφελ ἐχόμενος Ιωδαε ὁ τοῦ Βαναιου καὶ Αβιαθαρ καὶ Ιωαβ ἀρχιστράτηγος τοῦ βασιλέως



Leggi la Bibbia in un anno

Unisciti alla nostra comunità e completa l'intera Bibbia in 365 giorni. Un percorso strutturato e stimolante per approfondire la tua fede e la tua conoscenza delle Scritture.