Mosaico decorativo

Fondare 35140 Risultati per: Ὁ

  • ὡς οὗν ἦλθον πρὸς αὐτὸν οἱ σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. (São João 4, 40)

  • καὶ πολλῶ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, (São João 4, 41)

  • τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὖτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. (São João 4, 42)

  • μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν γαλιλαίαν· (São João 4, 43)

  • αὐτὸς γὰρ ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. (São João 4, 44)

  • ὅτε οὗν ἦλθεν εἰς τὴν γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. (São João 4, 45)

  • ἦλθεν οὗν πάλιν εἰς τὴν κανὰ τῆς γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὖ ὁ υἱὸς ἠσθένει ἐν καφαρναούμ· (São João 4, 46)

  • οὖτος ἀκούσας ὅτι ἰησοῦς ἥκει ἐκ τῆς ἰουδαίας εἰς τὴν γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. (São João 4, 47)

  • εἶπεν οὗν ὁ ἰησοῦς πρὸς αὐτόν, ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. (São João 4, 48)

  • λέγει πρὸς αὐτὸν ὁ βασιλικός, κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. (São João 4, 49)

  • λέγει αὐτῶ ὁ ἰησοῦς, πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῶ λόγῳ ὃν εἶπεν αὐτῶ ὁ ἰησοῦς καὶ ἐπορεύετο. (São João 4, 50)

  • ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῶ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ. (São João 4, 51)


"Deus nunca me recusou um pedido". São Padre Pio de Pietrelcina