Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον, (Atos dos Apóstolos 7, 39)

  • εἰπόντες τῶ ἀαρών, ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ μωϊσῆς οὖτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῶ. (Atos dos Apóstolos 7, 40)

  • καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῶ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. (Atos dos Apóstolos 7, 41)

  • ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ἰσραήλ; (Atos dos Apóstolos 7, 42)

  • καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ [ὑμῶν] ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα βαβυλῶνος. (Atos dos Apóstolos 7, 43)

  • ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῶ μωϊσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, (Atos dos Apóstolos 7, 44)

  • ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν δαυίδ, (Atos dos Apóstolos 7, 45)

  • ὃς εὖρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῶ οἴκῳ ἰακώβ. (Atos dos Apóstolos 7, 46)

  • σολομῶν δὲ οἰκοδόμησεν αὐτῶ οἶκον. (Atos dos Apóstolos 7, 47)

  • ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει, (Atos dos Apóstolos 7, 48)

  • ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; (Atos dos Apóstolos 7, 49)

  • οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα; (Atos dos Apóstolos 7, 50)


"Se tanta atenção é dada aos bens desta Terra, quanto mais se deve dar aos do Céu?" São Padre Pio de Pietrelcina