Found 31964 Results for: Ἡ
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς αἴγυπτον, (Atos dos Apóstolos 7, 39)
εἰπόντες τῶ ἀαρών, ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ μωϊσῆς οὖτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῶ. (Atos dos Apóstolos 7, 40)
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῶ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. (Atos dos Apóstolos 7, 41)
ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ἰσραήλ; (Atos dos Apóstolos 7, 42)
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ [ὑμῶν] ῥαιφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα βαβυλῶνος. (Atos dos Apóstolos 7, 43)
ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῶ μωϊσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, (Atos dos Apóstolos 7, 44)
ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν δαυίδ, (Atos dos Apóstolos 7, 45)
ὃς εὖρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῶ οἴκῳ ἰακώβ. (Atos dos Apóstolos 7, 46)
σολομῶν δὲ οἰκοδόμησεν αὐτῶ οἶκον. (Atos dos Apóstolos 7, 47)
ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει, (Atos dos Apóstolos 7, 48)
ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; (Atos dos Apóstolos 7, 49)
οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα; (Atos dos Apóstolos 7, 50)