Mosaico decorativo

Fondare 31964 Risultati per: Ἡ

  • ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ἡμῶν; (Atos dos Apóstolos 7, 27)

  • μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν αἰγύπτιον; (Atos dos Apóstolos 7, 28)

  • ἔφυγεν δὲ μωϊσῆς ἐν τῶ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ μαδιάμ, οὖ ἐγέννησεν υἱοὺς δύο. (Atos dos Apóstolos 7, 29)

  • καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῶ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου. (Atos dos Apóstolos 7, 30)

  • ὁ δὲ μωϊσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ κυρίου, (Atos dos Apóstolos 7, 31)

  • ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς ἀβραὰμ καὶ ἰσαὰκ καὶ ἰακώβ. ἔντρομος δὲ γενόμενος μωϊσῆς οὐκ ἐτόλμα κατανοῆσαι. (Atos dos Apóstolos 7, 32)

  • εἶπεν δὲ αὐτῶ ὁ κύριος, λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφ᾽ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. (Atos dos Apóstolos 7, 33)

  • ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς αἴγυπτον. (Atos dos Apóstolos 7, 34)

  • τοῦτον τὸν μωϊσῆν, ὃν ἠρνήσαντο εἰπόντες, τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς [καὶ] ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῶ ἐν τῇ βάτῳ. (Atos dos Apóstolos 7, 35)

  • οὖτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ αἰγύπτῳ καὶ ἐν ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. (Atos dos Apóstolos 7, 36)

  • οὖτός ἐστιν ὁ μωϊσῆς ὁ εἴπας τοῖς υἱοῖς ἰσραήλ, προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. (Atos dos Apóstolos 7, 37)

  • οὖτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῶ ἐν τῶ ὄρει σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, (Atos dos Apóstolos 7, 38)


"Que Jesus reine sempre soberano no seu coração." São Padre Pio de Pietrelcina