pronađen 35140 Rezultati za: Ὁ
καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. (São Mateus 26, 30)
τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· (São Mateus 26, 31)
μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. (São Mateus 26, 32)
ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. (São Mateus 26, 33)
ἔφη αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. (São Mateus 26, 34)
λέγει αὐτῶ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. (São Mateus 26, 35)
τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως [οὖ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. (São Mateus 26, 36)
καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. (São Mateus 26, 37)
τότε λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. (São Mateus 26, 38)
καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ. (São Mateus 26, 39)
καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; (São Mateus 26, 40)
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. (São Mateus 26, 41)