Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. (São Mateus 26, 30)

  • τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· (São Mateus 26, 31)

  • μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. (São Mateus 26, 32)

  • ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. (São Mateus 26, 33)

  • ἔφη αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. (São Mateus 26, 34)

  • λέγει αὐτῶ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. (São Mateus 26, 35)

  • τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως [οὖ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. (São Mateus 26, 36)

  • καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. (São Mateus 26, 37)

  • τότε λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. (São Mateus 26, 38)

  • καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ. (São Mateus 26, 39)

  • καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; (São Mateus 26, 40)

  • γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. (São Mateus 26, 41)


"Devo fazer somente a vontade de Deus e, se lhe agrado, o restante não conta." São Padre Pio de Pietrelcina