Mosaico decorativo

pronađen 24028 Rezultati za: Ἐν

  • καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν ἐν Ταφνας λέγων (Jeremias 50, 8)

  • λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλῃ τῆς οἰκίας Φαραω ἐν Ταφνας κατ’ ὀφθαλμοὺς ἀνδρῶν Ιουδα (Jeremias 50, 9)

  • καὶ ἐρεῖς οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ’ αὐτοὺς (Jeremias 50, 10)

  • καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ καὶ ἐξελεύσεται ἐν εἰρήνῃ (Jeremias 50, 12)

  • καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν Ων καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί (Jeremias 50, 13)

  • Gr. Jeremiah 51 (Heb. 44–45) ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῖς Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταφνας καὶ ἐν γῇ Παθουρης λέγων (Jeremias 51, 1)

  • οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ὑμεῖς ἑωράκατε πάντα τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων (Jeremias 51, 2)

  • καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη (Jeremias 51, 6)

  • καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα (Jeremias 51, 7)

  • παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ εἰς ἣν εἰσήλθατε ἐνοικεῖν ἐκεῖ ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔθνεσιν τῆς γῆς (Jeremias 51, 8)

  • μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ (Jeremias 51, 9)

  • διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου (Jeremias 51, 11)


"Reflita no que escreve, pois o Senhor vai lhe pedir contas disso." São Padre Pio de Pietrelcina