pronađen 27654 Rezultati za: Τὸ
οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ (Amós 5, 20)
καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος (Amós 5, 24)
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφαν τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς (Amós 5, 26)
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ (Amós 5, 27)
οὐαὶ τοῖς ἐξουθενοῦσιν Σιων καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας ἀπετρύγησαν ἀρχὰς ἐθνῶν καὶ εἰσῆλθον αὐτοί οἶκος τοῦ Ισραηλ (Amós 6, 1)
διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκεῖθεν εἰς Εμαθ Ραββα καὶ κατάβητε ἐκεῖθεν εἰς Γεθ ἀλλοφύλων τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων εἰ πλέονα τὰ ὅρια αὐτῶν ἐστιν τῶν ὑμετέρων ὁρίων (Amós 6, 2)
οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα (Amós 6, 5)
οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ιωσηφ (Amós 6, 6)
διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ’ ἀρχῆς δυναστῶν καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Εφραιμ (Amós 6, 7)
ὅτι ὤμοσεν κύριος καθ’ ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν (Amós 6, 8)
καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας εἰ ἔτι ὑπάρχει παρὰ σοί καὶ ἐρεῖ οὐκέτι καὶ ἐρεῖ σίγα ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου (Amós 6, 10)
διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν (Amós 6, 11)