Mosaico decorativo

pronađen 27855 Rezultati za: Καὶ

  • μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου (Eclesiástico 4, 29)

  • μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου (Eclesiástico 4, 30)

  • μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη (Eclesiástico 4, 31)

  • μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν (Eclesiástico 5, 1)

  • μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου (Eclesiástico 5, 2)

  • καὶ μὴ εἴπῃς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει (Eclesiástico 5, 3)

  • μὴ εἴπῃς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος (Eclesiástico 5, 4)

  • καὶ μὴ εἴπῃς ὁ οἰκτιρμὸς αὐτοῦ πολύς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ (Eclesiástico 5, 6)

  • μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ (Eclesiástico 5, 7)

  • μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος (Eclesiástico 5, 9)

  • ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἷς ἔστω σου ὁ λόγος (Eclesiástico 5, 10)

  • γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν (Eclesiástico 5, 11)


"Deus ama quem segue o caminho da virtude." São Padre Pio de Pietrelcina