Found 27855 Results for: Καὶ
μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου (Eclesiástico 4, 29)
μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου (Eclesiástico 4, 30)
μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη (Eclesiástico 4, 31)
μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν (Eclesiástico 5, 1)
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου (Eclesiástico 5, 2)
καὶ μὴ εἴπῃς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει (Eclesiástico 5, 3)
μὴ εἴπῃς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος (Eclesiástico 5, 4)
καὶ μὴ εἴπῃς ὁ οἰκτιρμὸς αὐτοῦ πολύς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ (Eclesiástico 5, 6)
μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ (Eclesiástico 5, 7)
μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος (Eclesiástico 5, 9)
ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἷς ἔστω σου ὁ λόγος (Eclesiástico 5, 10)
γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν (Eclesiástico 5, 11)