Trouvé 35140 Résultats pour: Ὁ
τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ, (São Mateus 26, 6)
προσῆλθεν αὐτῶ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. (São Mateus 26, 7)
ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, εἰς τί ἡ ἀπώλεια αὕτη; (São Mateus 26, 8)
ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. (São Mateus 26, 9)
γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· (São Mateus 26, 10)
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· (São Mateus 26, 11)
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. (São Mateus 26, 12)
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῶ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. (São Mateus 26, 13)
τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ἰούδας ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς (São Mateus 26, 14)
εἶπεν, τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῶ τριάκοντα ἀργύρια. (São Mateus 26, 15)
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῶ. (São Mateus 26, 16)
τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῶ ἰησοῦ λέγοντες, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; (São Mateus 26, 17)