Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββί. (São Mateus 23, 7)

  • ὑμεῖς δὲ μὴ κληθῆτε, ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. (São Mateus 23, 8)

  • καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος. (São Mateus 23, 9)

  • μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός. (São Mateus 23, 10)

  • ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. (São Mateus 23, 11)

  • ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. (São Mateus 23, 12)

  • οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. (São Mateus 23, 13)

  • οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. (São Mateus 23, 15)

  • οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες, ὃς ἂν ὀμόσῃ ἐν τῶ ναῶ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῶ χρυσῶ τοῦ ναοῦ ὀφείλει. (São Mateus 23, 16)

  • μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν; (São Mateus 23, 17)

  • καί, ὃς ἂν ὀμόσῃ ἐν τῶ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῶ δώρῳ τῶ ἐπάνω αὐτοῦ ὀφείλει. (São Mateus 23, 18)

  • τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; (São Mateus 23, 19)


"Quanto mais se caminha na vida espiritual, mais se sente a paz que se apossa de nós." São Padre Pio de Pietrelcina