Encontrados 35140 resultados para: Ὁ
καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββί. (São Mateus 23, 7)
ὑμεῖς δὲ μὴ κληθῆτε, ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. (São Mateus 23, 8)
καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος. (São Mateus 23, 9)
μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός. (São Mateus 23, 10)
ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. (São Mateus 23, 11)
ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. (São Mateus 23, 12)
οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. (São Mateus 23, 13)
οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. (São Mateus 23, 15)
οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες, ὃς ἂν ὀμόσῃ ἐν τῶ ναῶ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῶ χρυσῶ τοῦ ναοῦ ὀφείλει. (São Mateus 23, 16)
μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν; (São Mateus 23, 17)
καί, ὃς ἂν ὀμόσῃ ἐν τῶ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῶ δώρῳ τῶ ἐπάνω αὐτοῦ ὀφείλει. (São Mateus 23, 18)
τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; (São Mateus 23, 19)