Trouvé 35140 Résultats pour: Ὁ
συνηγμένων δὲ τῶν φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ἰησοῦς (São Mateus 22, 41)
λέγων, τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῶ, τοῦ δαυίδ. (São Mateus 22, 42)
λέγει αὐτοῖς, πῶς οὗν δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων, (São Mateus 22, 43)
εἶπεν κύριος τῶ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου; (São Mateus 22, 44)
εἰ οὗν δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; (São Mateus 22, 45)
καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῶ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. (São Mateus 22, 46)
τότε ὁ ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ (São Mateus 23, 1)
λέγων, ἐπὶ τῆς μωϊσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι. (São Mateus 23, 2)
πάντα οὗν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. (São Mateus 23, 3)
δεσμεύουσιν δὲ φορτία βαρέα [καὶ δυσβάστακτα] καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῶ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. (São Mateus 23, 4)
πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα, (São Mateus 23, 5)
φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς (São Mateus 23, 6)