Trouvé 35140 Résultats pour: Ὁ
ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ βραδυνῶ δέδωκα ἐν Σιων σωτηρίαν τῷ Ισραηλ εἰς δόξασμα (Isaías 46, 13)
κατάβηθι κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά (Isaías 47, 1)
λαβὲ μύλον ἄλεσον ἄλευρον ἀποκάλυψαι τὸ κατακάλυμμά σου ἀνακάλυψαι τὰς πολιάς ἀνάσυραι τὰς κνήμας διάβηθι ποταμούς (Isaías 47, 2)
ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου φανήσονται οἱ ὀνειδισμοί σου τὸ δίκαιον ἐκ σοῦ λήμψομαι οὐκέτι μὴ παραδῶ ἀνθρώποις (Isaías 47, 3)
εἶπεν ὁ ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτῷ ἅγιος Ισραηλ (Isaías 47, 4)
κάθισον κατανενυγμένη εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων οὐκέτι μὴ κληθῇς ἰσχὺς βασιλείας (Isaías 47, 5)
παρωξύνθην ἐπὶ τῷ λαῷ μου ἐμίανας τὴν κληρονομίαν μου ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα (Isaías 47, 6)
καὶ εἶπας εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα (Isaías 47, 7)
νῦν δὲ ἄκουσον ταῦτα ἡ τρυφερὰ ἡ καθημένη πεποιθυῖα ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν (Isaías 47, 8)
νῦν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα (Isaías 47, 9)
τῇ ἐλπίδι τῆς πονηρίας σου σὺ γὰρ εἶπας ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα γνῶθι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη καὶ εἶπας τῇ καρδίᾳ σου ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα (Isaías 47, 10)
καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνῷς βόθυνος καὶ ἐμπεσῇ εἰς αὐτόν καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια καὶ οὐ μὴ γνῷς (Isaías 47, 11)