Löydetty 10040 Tulokset: Ἐκ
καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς (I Reis 9, 7)
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος δι’ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ (I Reis 9, 8)
καὶ ἐροῦσιν ἀνθ’ ὧν ἐγκατέλιπον κύριον θεὸν αὐτῶν ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς διὰ τοῦτο ἐπήγαγεν κύριος ἐπ’ αὐτοὺς τὴν κακίαν ταύτην (9a) τότε ἀνήγαγεν Σαλωμων τὴν θυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἶκον αὐτοῦ ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις (I Reis 9, 9)
καὶ ἐξῆλθεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις ἃς ἔδωκεν αὐτῷ Σαλωμων καὶ οὐκ ἤρεσαν αὐτῷ (I Reis 9, 12)
καὶ εἶπεν τί αἱ πόλεις αὗται ἃς ἔδωκάς μοι ἀδελφέ καὶ ἐκάλεσεν αὐτάς ὅριον ἕως τῆς ἡμέρας ταύτης (I Reis 9, 13)
καὶ ἤνεγκεν Χιραμ τῷ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου (I Reis 9, 14)
καὶ ἦλθον εἰς Σωφηρα καὶ ἔλαβον ἐκεῖθεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμων (I Reis 9, 28)
καὶ ἔδωκεν τῷ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος ἃ ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων (I Reis 10, 10)
καὶ ἡ ναῦς Χιραμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον (I Reis 10, 11)
καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα ὅσα ἠθέλησεν ὅσα ᾐτήσατο ἐκτὸς πάντων ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμων καὶ ἀπεστράφη καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς (I Reis 10, 13)
ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας (I Reis 10, 19)
καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ (I Reis 10, 20)