Mosaico decorativo

Löydetty 10040 Tulokset: Ἐκ

  • καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ’ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ εἰσῆλθεν Αδερ πρὸς Φαραω καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ (I Reis 11, 18)

  • καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ ἀδελφὴν Θεκεμινας τὴν μείζω (I Reis 11, 19)

  • καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτῆς καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω καὶ ἦν Γανηβαθ ἐν μέσῳ υἱῶν Φαραω (I Reis 11, 20)

  • καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ὅτι τέθνηκεν Ιωαβ ὁ ἄρχων τῆς στρατιᾶς καὶ εἶπεν Αδερ πρὸς Φαραω ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου (I Reis 11, 21)

  • καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εφραθι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων (I Reis 11, 26)

  • καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ (I Reis 11, 29)

  • καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ’ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα (I Reis 11, 30)

  • καὶ εἶπεν τῷ Ιεροβοαμ λαβὲ σεαυτῷ δέκα ῥήγματα ὅτι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα (I Reis 11, 31)

  • καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραηλ (I Reis 11, 32)

  • καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ διὰ Δαυιδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν (I Reis 11, 34)

  • καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα (I Reis 11, 35)

  • τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ (I Reis 11, 36)


"Para consolar uma alma na sua dor, mostre todo o bem que ela ainda pode fazer". São Padre Pio de Pietrelcina