Löydetty 11645 Tulokset: Δὲ
Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ’ ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει (II Macabeus 10, 14)
ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν (II Macabeus 10, 15)
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν (II Macabeus 10, 16)
οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων (II Macabeus 10, 17)
συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας (II Macabeus 10, 18)
ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη (II Macabeus 10, 19)
οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι (II Macabeus 10, 20)
προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ’ αὐτῶν ἀπολύσαντες (II Macabeus 10, 21)
τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων (II Macabeus 10, 23)
Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν (II Macabeus 10, 24)
οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες (II Macabeus 10, 25)
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ’ ἑαυτῶν ἦσαν (II Macabeus 10, 27)