Löydetty 11645 Tulokset: Δὲ
ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασθαι διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ οὕτως γὰρ ὑπερηφάνως εἶπεν πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ (II Macabeus 9, 4)
ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι (II Macabeus 9, 5)
ὁ δ’ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ῥοίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι (II Macabeus 9, 7)
ὁ δ’ ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γῆν γενόμενος ἐν φορείῳ παρεκομίζετο φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος (II Macabeus 9, 8)
ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν (II Macabeus 9, 9)
καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος (II Macabeus 9, 10)
καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσθαι ταῦτ’ ἔφη δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν (II Macabeus 9, 12)
ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην οὕτως λέγων (II Macabeus 9, 13)
τὴν μὲν ἁγίαν πόλιν ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι ἐλευθέραν ἀναδεῖξαι (II Macabeus 9, 14)
τοὺς δὲ Ιουδαίους οὓς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν θηρίοις πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν (II Macabeus 9, 15)
ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν (II Macabeus 9, 16)
πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος (II Macabeus 9, 17)