Mosaico decorativo

Encontrados 11645 resultados para: Δὲ

  • Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ’ ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει (II Macabeus 10, 14)

  • ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν (II Macabeus 10, 15)

  • οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν (II Macabeus 10, 16)

  • οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων (II Macabeus 10, 17)

  • συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας (II Macabeus 10, 18)

  • ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη (II Macabeus 10, 19)

  • οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι (II Macabeus 10, 20)

  • προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ’ αὐτῶν ἀπολύσαντες (II Macabeus 10, 21)

  • τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων (II Macabeus 10, 23)

  • Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν (II Macabeus 10, 24)

  • οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες (II Macabeus 10, 25)

  • γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ’ ἑαυτῶν ἦσαν (II Macabeus 10, 27)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina