Fundar 30963 Resultados para: ᾯ
καὶ εἰ ἀνήγγειλάς μοι ἐξαπέστειλα ἄν σε μετ’ εὐφροσύνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας (Gênesis 31, 27)
οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου νῦν δὲ ἀφρόνως ἔπραξας (Gênesis 31, 28)
καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε ὁ δὲ θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπεν πρός με λέγων φύλαξαι σεαυτόν μήποτε λαλήσῃς μετὰ Ιακωβ πονηρά (Gênesis 31, 29)
ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν εἶπα γάρ μήποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ καὶ πάντα τὰ ἐμά (Gênesis 31, 31)
ἐπίγνωθι τί ἐστιν τῶν σῶν παρ’ ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ’ αὐτῷ οὐθέν καὶ εἶπεν αὐτῷ Ιακωβ παρ’ ᾧ ἐὰν εὕρῃς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν οὐκ ᾔδει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς (Gênesis 31, 32)
εἰσελθὼν δὲ Λαβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λειας καὶ οὐχ εὗρεν καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου Λειας ἠρεύνησεν τὸν οἶκον Ιακωβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν εἰσῆλθεν δὲ καὶ εἰς τὸν οἶκον Ραχηλ (Gênesis 31, 33)
Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς (Gênesis 31, 34)
καὶ εἶπεν τῷ πατρὶ αὐτῆς μὴ βαρέως φέρε κύριε οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου ὅτι τὸ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα (Gênesis 31, 35)
ὠργίσθη δὲ Ιακωβ καὶ ἐμαχέσατο τῷ Λαβαν ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου ὅτι κατεδίωξας ὀπίσω μου (Gênesis 31, 36)
καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν (Gênesis 31, 37)
ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον (Gênesis 31, 38)
θηριάλωτον οὐκ ἀνενήνοχά σοι ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός (Gênesis 31, 39)