Fundar 11195 Resultados para: Ὡς
ἐπίστρεψον ἡμᾶς κύριε πρὸς σέ καὶ ἐπιστραφησόμεθα καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν (Lamentações 5, 21)
ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς ὠργίσθης ἐφ’ ἡμᾶς ἕως σφόδρα (Lamentações 5, 22)
καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον (Baruc 1, 3)
καὶ ἐν ὠσὶν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σουδ (Baruc 1, 4)
ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα (Baruc 1, 8)
καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς (Baruc 1, 11)
καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν (Baruc 1, 12)
καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν ὅτι ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ’ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης (Baruc 1, 13)
καὶ ἐρεῖτε τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ (Baruc 1, 15)
ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς κύριον θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ (Baruc 1, 19)
καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά ἣν συνέταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη (Baruc 1, 20)
τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη (Baruc 2, 6)