Fundar 1585 Resultados para: ὑμῶν

  • πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ ἃ οὐκ ἐσαββάτισεν ἐν τοῖς σαββάτοις ὑμῶν ἡνίκα κατῳκεῖτε αὐτήν (Levítico 26, 35)

  • καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσοῦνται οὐθενὸς διώκοντος (Levítico 26, 36)

  • καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμῳ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστῆναι τοῖς ἐχθροῖς ὑμῶν (Levítico 26, 37)

  • καὶ ἀπολεῖσθε ἐν τοῖς ἔθνεσιν καὶ κατέδεται ὑμᾶς ἡ γῆ τῶν ἐχθρῶν ὑμῶν (Levítico 26, 38)

  • καὶ οἱ καταλειφθέντες ἀφ’ ὑμῶν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν τακήσονται (Levítico 26, 39)

  • καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ’ οἴκους πατριῶν ἔσονται (Números 1, 4)

  • καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ’ ὑμῶν τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ (Números 1, 5)

  • καὶ εἶπεν πρὸς αὐτοὺς Μωυσῆς στῆτε αὐτοῦ καὶ ἀκούσομαι τί ἐντελεῖται κύριος περὶ ὑμῶν (Números 9, 8)

  • λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν ἢ ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ (Números 9, 10)

  • ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ ποιήσει τὸ πασχα κυρίῳ κατὰ τὸν νόμον τοῦ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς (Números 9, 14)

  • καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς σαλπιοῦσιν ταῖς σάλπιγξιν καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν (Números 10, 8)

  • ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν καὶ σημανεῖτε ταῖς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν (Números 10, 9)


“Somente por meio de Jesus podemos esperar a salvação.” São Padre Pio de Pietrelcina