Mosaico decorativo

Fundar 4523 Resultados para: Ὅτι

  • καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, οὖτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὗν βλέπει ἄρτι; (São João 9, 19)

  • ἀπεκρίθησαν οὗν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· (São João 9, 20)

  • ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. (São João 9, 22)

  • διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε. (São João 9, 23)

  • ἐφώνησαν οὗν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῶ, δὸς δόξαν τῶ θεῶ· ἡμεῖς οἴδαμεν ὅτι οὖτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. (São João 9, 24)

  • ἀπεκρίθη οὗν ἐκεῖνος, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. (São João 9, 25)

  • ἡμεῖς οἴδαμεν ὅτι μωϊσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. (São João 9, 29)

  • ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. (São João 9, 30)

  • οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. (São João 9, 31)

  • ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· (São João 9, 32)

  • ἤκουσεν ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου; (São João 9, 35)

  • εἶπεν αὐτοῖς ὁ ἰησοῦς, εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει. (São João 9, 41)


"O homem sem Deus é um ser mutilado". São Padre Pio de Pietrelcina