Fundar 4523 Resultados para: Ὅτι
καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ’ ἡμᾶς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἃ ἐνετείλατο ἡμῖν (Baruc 2, 9)
ἀποστραφήτω ὁ θυμός σου ἀφ’ ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ (Baruc 2, 13)
ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ (Baruc 2, 15)
ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ (Baruc 2, 17)
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν (Baruc 2, 19)
ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων (Baruc 2, 20)
ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν (Baruc 2, 30)
καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα (Baruc 2, 31)
καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου (Baruc 2, 33)
ἄκουσον κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου (Baruc 3, 2)
ὅτι σὺ καθήμενος τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα (Baruc 3, 3)
ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν καὶ αἰνέσομέν σε κύριε (Baruc 3, 6)