Fundar 35140 Resultados para: Ὁ
τῷ Εφραιμ Ωση ὁ τοῦ Οζιου τῷ ἡμίσει φυλῆς Μανασση Ιωηλ ὁ τοῦ Φαδαια (I Crônicas 27, 20)
τῷ ἡμίσει φυλῆς Μανασση τῷ ἐν τῇ Γαλααδ Ιαδδαι ὁ τοῦ Ζαβδιου τοῖς υἱοῖς Βενιαμιν Ασιηλ ὁ τοῦ Αβεννηρ (I Crônicas 27, 21)
τῷ Δαν Αζαραηλ ὁ τοῦ Ιωραμ οὗτοι πατριάρχαι τῶν φυλῶν Ισραηλ (I Crônicas 27, 22)
καὶ οὐκ ἔλαβεν Δαυιδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω ὅτι κύριος εἶπεν πληθῦναι τὸν Ισραηλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ (I Crônicas 27, 23)
καὶ Ιωαβ ὁ τοῦ Σαρουια ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ καὶ οὐ συνετέλεσεν καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ τὸν Ισραηλ καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυιδ (I Crônicas 27, 24)
καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ασμωθ ὁ τοῦ Ωδιηλ καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ιωναθαν ὁ τοῦ Οζιου (I Crônicas 27, 25)
ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Εσδρι ὁ τοῦ Χολουβ (I Crônicas 27, 26)
καὶ ἐπὶ τῶν χωρίων Σεμεϊ ὁ ἐκ Ραμα καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρι ὁ τοῦ Σεφνι (I Crônicas 27, 27)
καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανας ὁ Γεδωρίτης ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ιωας (I Crônicas 27, 28)
καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ασιδων Σατραις ὁ Σαρωνίτης καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφατ ὁ τοῦ Αδλι (I Crônicas 27, 29)
ἐπὶ δὲ τῶν καμήλων Ωβιλ ὁ Ισμαηλίτης ἐπὶ δὲ τῶν ὄνων Ιαδιας ὁ ἐκ Μεραθων (I Crônicas 27, 30)
καὶ ἐπὶ τῶν προβάτων Ιαζιζ ὁ Αγαρίτης πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυιδ τοῦ βασιλέως (I Crônicas 27, 31)