Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν χριστοῦ ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, (II Timóteo 1, 10)

  • εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος. (II Timóteo 1, 11)

  • δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. (II Timóteo 1, 12)

  • ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν χριστῶ ἰησοῦ· (II Timóteo 1, 13)

  • τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. (II Timóteo 1, 14)

  • οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ἀσίᾳ, ὧν ἐστιν φύγελος καὶ ἑρμογένης. (II Timóteo 1, 15)

  • δῴη ἔλεος ὁ κύριος τῶ ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, (II Timóteo 1, 16)

  • ἀλλὰ γενόμενος ἐν ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὖρεν (II Timóteo 1, 17)

  • _ δῴη αὐτῶ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ _ καὶ ὅσα ἐν ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις. (II Timóteo 1, 18)

  • σὺ οὗν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῶ ἰησοῦ, (II Timóteo 2, 1)

  • καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. (II Timóteo 2, 2)

  • συγκακοπάθησον ὡς καλὸς στρατιώτης χριστοῦ ἰησοῦ. (II Timóteo 2, 3)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina