Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου. (Atos dos Apóstolos 26, 3)

  • τὴν μὲν οὗν βίωσίν μου [τὴν] ἐκ νεότητος τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῶ ἔθνει μου ἔν τε ἱεροσολύμοις ἴσασι πάντες [οἱ] ἰουδαῖοι, (Atos dos Apóstolos 26, 4)

  • προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα φαρισαῖος. (Atos dos Apóstolos 26, 5)

  • καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, (Atos dos Apóstolos 26, 6)

  • εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ ἰουδαίων, βασιλεῦ. (Atos dos Apóstolos 26, 7)

  • τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; (Atos dos Apóstolos 26, 8)

  • ἐγὼ μὲν οὗν ἔδοξα ἐμαυτῶ πρὸς τὸ ὄνομα ἰησοῦ τοῦ ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· (Atos dos Apóstolos 26, 9)

  • ὃ καὶ ἐποίησα ἐν ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, (Atos dos Apóstolos 26, 10)

  • καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. (Atos dos Apóstolos 26, 11)

  • ἐν οἷς πορευόμενος εἰς τὴν δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων (Atos dos Apóstolos 26, 12)

  • ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· (Atos dos Apóstolos 26, 13)

  • πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ ἑβραΐδι διαλέκτῳ, σαοὺλ σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. (Atos dos Apóstolos 26, 14)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina