Mosaico decorativo

Fundar 35140 Resultados para: Ὁ

  • ταῦτα δὲ γέγραπται ἵνα πιστεύ[ς]ητε ὅτι ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῶ ὀνόματι αὐτοῦ. (São João 20, 31)

  • μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. (São João 21, 1)

  • ἦσαν ὁμοῦ σίμων πέτρος καὶ θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ ναθαναὴλ ὁ ἀπὸ κανὰ τῆς γαλιλαίας καὶ οἱ τοῦ ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. (São João 21, 2)

  • λέγει αὐτοῖς σίμων πέτρος, ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῶ, ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. (São João 21, 3)

  • πρωΐας δὲ ἤδη γενομένης ἔστη ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ἰησοῦς ἐστιν. (São João 21, 4)

  • λέγει οὗν αὐτοῖς [ὁ] ἰησοῦς, παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῶ, οὔ. (São João 21, 5)

  • ὁ δὲ εἶπεν αὐτοῖς, βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὗν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. (São João 21, 6)

  • λέγει οὗν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ἰησοῦς τῶ πέτρῳ, ὁ κύριός ἐστιν. σίμων οὗν πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· (São João 21, 7)

  • οἱ δὲ ἄλλοι μαθηταὶ τῶ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. (São João 21, 8)

  • ὡς οὗν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. (São João 21, 9)

  • λέγει αὐτοῖς ὁ ἰησοῦς, ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. (São João 21, 10)

  • ἀνέβη οὗν σίμων πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. (São João 21, 11)


"Como é belo esperar!" São Padre Pio de Pietrelcina