Fundar 35140 Resultados para: Ὁ
πολλοὶ οὗν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν, σκληρός ἐστιν ὁ λόγος οὖτος· τίς δύναται αὐτοῦ ἀκούειν; (São João 6, 60)
εἰδὼς δὲ ὁ ἰησοῦς ἐν ἑαυτῶ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς, τοῦτο ὑμᾶς σκανδαλίζει; (São João 6, 61)
ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; (São João 6, 62)
τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. (São João 6, 63)
ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. (São João 6, 64)
καὶ ἔλεγεν, διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῶ ἐκ τοῦ πατρός. (São João 6, 65)
ἐκ τούτου πολλοὶ [ἐκ] τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. (São João 6, 66)
εἶπεν οὗν ὁ ἰησοῦς τοῖς δώδεκα, μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; (São João 6, 67)
ἀπεκρίθη αὐτῶ σίμων πέτρος, κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, (São João 6, 68)
καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ. (São João 6, 69)
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; (São João 6, 70)
ἔλεγεν δὲ τὸν ἰούδαν σίμωνος ἰσκαριώτου· οὖτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα. (São João 6, 71)